Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.152.4 | Hdt. 4.154.3 (English) | >>Hdt. 4.155.4 |
4.154.1
ταῦτα δὲ Θηραῖοι λέγουσι , τὰ δʼ ἐπίλοιπα τοῦ λόγου συμφέρονται ἤδη Θηραῖοι Κυρηναίοισι . Κυρηναῖοι γὰρ τὰ περὶ Βάττον οὐδαμῶς ὁμολογέουσι Θηραίοισι λέγουσι γὰρ οὕτω . ἔστι τῆς Κρήτης Ὀαξὸς πόλις , ἐν τῇ ἐγένετο Ἐτέαρχος βασιλεύς , ὃς ἐπὶ θυγατρὶ ἀμήτορι τῇ οὔνομα ἦν Φρονίμη , ἐπὶ ταύτῃ ἔγημε ἄλλην γυναῖκα .
4.154.2 ἡ δὲ ἐπεσελθοῦσα ἐδικαίου καὶ τῷ ἔργῳ εἶναι μητρυιὴ τῇ Φρονίμῃ , παρέχουσα τε κακὰ καὶ πᾶν ἐπʼ αὐτῇ μηχανωμένη , καὶ τέλος μαχλοσύνην ἐπενείκασά οἱ πείθει τὸν ἄνδρα ταῦτα ἔχειν οὕτω . ὁ δὲ ἀναγνωσθεὶς ὑπὸ τῆς γυναικὸς ἔργον οὐκ ὅσιον ἐμηχανᾶτο ἐπὶ τῇ ; θυγατρί .
4.154.3 ἦν γὰρ δὴ Θεμίσων ἀνὴρ Θηραῖος ἔμπορος ἐν τῇ Ὀαξῷ · τοῦτον ὁ Ἐτέαρχος παραλαβὼν ἐπὶ ξείνια ἐξορκοῖ ἦ μέν οἱ διηκονήσειν ὅ τι ἂν δεηθῇ . ἐπείτε δὴ ἐξώρκωσε , ἀγαγών οἱ παραδιδοῖ τὴν ἑωυτοῦ θυγατέρα καὶ ταύτην ἐκέλευε καταποντῶσαι ἀπαγαγόντα .
4.154.4 ὁ δὲ Θεμίσων περιημεκτήσας τῇ ἀπάτῃ τοῦ ὅρκου καὶ διαλυσάμενος τὴν ξεινίην ἐποίεε τοιάδε · παραλαβὼν τὴν παῖδα ἀπέπλεε · ὡς δὲ ἐγίνετο ἐν τῷ πελάγεϊ , ἀποσιεύμενος τὴν ἐξόρκωσιν τοῦ Ἐτεάρχου , σχοινίοισι αὐτὴν διαδήσας κατῆκε ἐς τὸ πέλαγος , ἀνασπάσας δὲ ἀπίκετο ἐς τὴν Θήρην .
ch. 155
4.155.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.152.4 | Hdt. 4.154.3 (English) | >>Hdt. 4.155.4 |